1. Βασική Θεωρία
ΔΙΑΒΑΣΕ ΤΟ
Κάτι δεν κατάλαβες; Επίλεξε το κομμάτι και πάτα «Ρώτα τον Σωκράτη». Σου το εξηγεί αμέσως.

Κεφ. ΙΒ΄ — Ο Δίας στέλνει τη δίκη και την αἰδώ στους ανθρώπους

Το χωρίο-κλειδί όλου του έργου ⚖️

Εδώ ο μύθος του Πρωταγόρα φτάνει στην κορύφωσή του. Οι άνθρωποι έχουν πια τις τέχνες, αλλά ζουν «σποράδην» και αλληλοσπαράσσονται, γιατί τους λείπει η πολιτική τέχνη. Ο Δίας στέλνει τότε τον Ερμή να φέρει τη δίκη και την αἰδώ.

Πρόσεξε την κρίσιμη διαφορά: οι τέχνες μοιράστηκαν επιλεκτικά — ένας γιατρός αρκεί για πολλούς. Η δίκη και η αιδώς όμως δίνονται «ἐπὶ πάντας», σε όλους ανεξαιρέτως. Εκεί ακριβώς θεμελιώνεται η θέση του Πρωταγόρα ότι η πολιτική αρετή είναι καθολική — και άρα διδακτή.

Ἐπειδή δέ ὁ ἄνθρωπος θείας μετέσχε μοίρας, πρῶτον μέν διά τήν [τοῦ θεοῦ] συγγένειαν ζῴων μόνον θεούς ἐνόμισε, καί ἐπεχείρει βωμούς τε ἱδρύεσθαι καί ἀγάλματα θεῶν· ἔπειτα φωνήν καί ὀνόματα ταχύ διηρθρώσατο τῇ τέχνῃ, καί οἰκήσεις καί ἐσθῆτας καί ὑποδέσεις καί τάς ἐκ γῆς τροφάς ηὕρετο. Οὕτω δή παρασκευασμένοι κατ᾽ ἀρχάς ἄνθρωποι ᾤκουν σποράδην, πόλεις δέ οὐκ ἦσαν· ἀπώλλυντο οὖν ὑπό τῶν θηρίων διά τό πανταχῇ αὐτῶν ἀσθενέστεροι εἶναι, καί ἡ δημιουργική τέχνη αὐτοῖς πρός μέν τροφήν ἱκανή βοηθός ἦν, πρός δέ τόν τῶν θηρίων πόλεμον ἐνδεής· πολιτικήν γάρ τέχνην οὔπω εἶχον, ἧς μέρος πολεμική. Ἐζήτουν δή ἁθροίζεσθαι καί σῴζεσθαι κτίζοντες πόλεις· ὅτ᾽ οὖν ἁθροισθεῖεν, ἠδίκουν ἀλλήλους ἅτε οὐκ ἔχοντες τήν πολιτικήν τέχνην, ὥστε πάλιν σκεδαννύμενοι διεφθείροντο. Ζεύς οὖν δείσας περί τῷ γένει ἡμῶν μή ἀπόλοιτο πᾶν, Ἑρμῆν πέμπει ἄγοντα εἰς ἀνθρώπους αἰδῶ τε καί δίκην, ἵν᾽ εἶεν πόλεων κόσμοι τε καί δεσμοί φιλίας συναγωγοί. Ἐρωτᾷ οὖν Ἑρμῆς Δία, τίνα οὖν τρόπον δοίη δίκην καί αἰδῶ ἀνθρώποις· Πότερον ὡς αἱ τέχναι νενέμηνται, οὕτω καί ταύτας νείμω; Νενέμηνται δέ ὧδε· εἷς ἔχων ἰατρικήν πολλοῖς ἱκανός ἰδιώταις, καί οἱ ἄλλοι δημιουργοί. Καί δίκην δή καί αἰδῶ οὕτω θῶ ἐν τοῖς ἀνθρώποις, ἤ ἐπί πάντας νείμω; Ἐπί πάντας, ἔφη ὁ Ζεύς, καί πάντες μετεχόντων· οὐ γάρ ἄν γένοιντο πόλεις, εἰ ὀλίγοι αὐτῶν μετέχοιεν ὥσπερ ἄλλων τεχνῶν· καί νόμον γε θές παρ᾽ ἐμοῦ τόν μή δυνάμενον αἰδοῦς καί δίκης μετέχειν κτείνειν ὡς νόσον πόλεως.

Οὕτω δή, ὦ Σώκρατες, καί διά ταῦτα οἵ τε ἄλλοι καί Ἀθηναῖοι, ὅταν μέν περί ἀρετῆς τεκτονικῆς ἤ λόγος ἤ ἄλλης τινός δημιουργικῆς, ὀλίγοις οἴονται μετεῖναι συμβουλῆς, καί ἐάν τις ἐκτός ὤν τῶν ὀλίγων συμβουλεύῃ οὐκ ἀνέχονται, ὡς σύ φῄς· εἰκότως, ὡς ἐγώ φημι· ὅταν δέ εἰς συμβουλήν πολιτικῆς ἀρετῆς ἴωσιν, ἥν δεῖ διά δικαιοσύνης πᾶσαν ἰέναι καί σωφροσύνης, εἰκότως ἅπαντος ἀνδρός ἀνέχονται, ὡς παντί προσῆκον ταύτης γε μετέχειν τῆς ἀρετῆς, ἤ μή εἶναι πόλεις. Αὕτη, ὦ Σώκρατες, τούτου αἰτία.

Ἵνα δέ μή οἴῃ ἀπατᾶσθαι ὡς τῷ ὄντι ἡγοῦνται πάντες ἄνθρωποι πάντα ἄνδρα μετέχειν δικαιοσύνης τε καί τῆς ἄλλης πολιτικῆς ἀρετῆς, τόδε αὖ λαβέ τεκμήριον. Ἐν γάρ ταῖς ἄλλαις ἀρεταῖς, ὥσπερ σύ λέγεις, ἐάν τις φῇ ἀγαθός αὐλητής εἶναι, ἤ ἄλλην ἥντινοῦν τέχνην ἥν μή ἐστιν, ἤ καταγελῶσιν ἤ χαλεπαίνουσι, καί οἱ οἰκεῖοι προσιόντες νουθετοῦσιν ὡς μαινόμενον· ἐν δέ δικαιοσύνῃ καί ἐν τῇ ἄλλῃ πολιτικῇ ἀρετῇ ἐάν τινα καί εἰδῶσιν ὅτι ἄδικός ἐστιν, ἐάν οὗτος αὐτός καθ᾽ αὑτοῦ τ᾽ἀληθῆ λέγῃ ἐναντίον πολλῶν, ὅ ἐκεῖ σωφροσύνην ἡγοῦντο εἶναι, τἀληθῆ λέγειν, ἐνταῦθα μανίαν, καί φασι πάντας δεῖν φάναι εἶναι δικαίους, ἐάν τε ὦσιν ἐάν τε μή, ἤ μαίνεσθαι τόν μή προσποιούμενον διακιοσύνην· ὡς ἀναγκαῖον (ὄν) οὐδένα ὄντιν᾽ οὐχί ἀμῶς γέ πως μετέχειν αὐτῆς, ἤ μή εἶναι ἐν ἀνθρώποις.