Θουκυδίδου Ιστορίαι — Βιβλίο 3ο, Κεφάλαιο 78 📜
[1] Καὶ οἱ μὲν Κερκυραῖοι κακῶς τε καὶ κατ᾽ ὀλίγας προσπίπτοντες ἐταλαιπώρουν τὸ καθ᾽ αὑτούς· οἱ δ᾽ Ἀθηναῖοι φοβούμενοι τὸ πλῆθος καὶ τὴν περικύκλωσιν ἁθρόαις μὲν οὐ προσέπιπτον οὐδὲ κατὰ μέσον ταῖς ἐφ᾽ ἑαυτοὺς τεταγμέναις, προσβαλόντες δὲ κατὰ κέρας καταδύουσι μίαν ναῦν. Καὶ μετὰ ταῦτα κύκλον ταξαμένων αὐτῶν περιέπλεον καὶ ἐπειρῶντο θορυβεῖν.
[2] Γνόντες δὲ οἱ πρὸς τοῖς Κερκυραίοις καὶ δείσαντες μὴ ὅπερ ἐν Ναυπάκτῳ γένοιτο, ἐπιβοηθοῦσι, καὶ γενόμεναι ἁθρόαι αἱ νῆες ἅμα τὸν ἐπίπλουν τοῖς Ἀθηναίοις ἐποιοῦντο.
[3] Οἱ δ᾽ ὑπεχώρουν ἤδη πρύμναν κρουόμενοι καὶ ἅμα τὰς τῶν Κερκυραίων ἐβούλοντο προκαταφυγεῖν ὅτι μάλιστα, ἑαυτῶν σχολῇ τε ὑποχωρούντων καὶ πρὸς σφᾶς τεταγμένων τῶν ἐναντίων.
[4] Ἡ μὲν οὖν ναυμαχία τοιαύτη γενομένη ἐτελεύτα ἐς ἡλίου δύσιν.
Οι Κερκυραίοι πολεμούν άτακτα και κακοπαθούν. Οι Αθηναίοι χτυπούν στην πτέρυγα και βυθίζουν ένα πλοίο — αλλά όταν οι Πελοποννήσιοι ενώνουν τις δυνάμεις τους, οι Αθηναίοι οπισθοχωρούν αργά, καλύπτοντας τη φυγή των Κερκυραίων. Η ναυμαχία τελειώνει στο ηλιοβασίλεμα.