Θουκυδίδου Ιστορίαι — Βιβλίο 1ο, Κεφάλαιο 26 📜
[1] Πάντων οὖν τούτων ἐγκλήματα ἔχοντες οἱ Κορίνθιοι ἔπεμπον ἐς τὴν Ἐπίδαμνον ἄσμενοι τὴν ὠφελίαν, οἰκήτορά τε τὸν βουλόμενον ἰέναι κελεύοντες καὶ Ἀμπρακιωτῶν καὶ Λευκαδίων καὶ ἑαυτῶν φρουρούς.
[2] Ἐπορεύθησαν δὲ πεζῇ ἐς Ἀπολλωνίαν, Κορινθίων οὖσαν ἀποικίαν, δέει τῶν Κερκυραίων μὴ κωλύωνται ὑπ᾽ αὐτῶν κατὰ θάλασσαν περαιούμενοι .
[3] Κερκυραῖοι δὲ ἐπειδὴ ᾔσθοντο τούς τε οἰκήτορας καὶ φρουροὺς ἥκοντας ἐς τὴν Ἐπίδαμνον τήν τε ἀποικίαν Κορινθίοις δεδομένην, ἐχαλέπαινον · καὶ πλεύσαντες εὐθὺς πέντε καὶ εἴκοσι ναυσὶ καὶ ὕστερον ἑτέρῳ στόλῳ τούς τε φεύγοντας ἐκέλευον κατ᾽ ἐπήρειαν δέχεσθαι αὐτούς (ἦλθον γὰρ ἐς τὴν Κέρκυραν οἱ τῶν Ἐπιδαμνίων φυγάδες, τάφους τε ἀποδεικνύντες καὶ ξυγγένειαν, ἣν προϊσχόμενοι ἐδέοντο σφᾶς κατάγειν ) τούς τε φρουροὺς οὓς Κορίνθιοι ἔπεμψαν καὶ τοὺς οἰκήτορας ἀποπέμπειν.
[4] Οἱ δὲ Ἐπιδάμνιοι οὐδὲν αὐτῶν ὑπήκουσαν, ἀλλὰ στρατεύουσιν ἐπ᾽ αὐτοὺς οἱ Κερκυραῖοι τεσσαράκοντα ναυσὶ μετὰ τῶν φυγάδων ὡς κατάξοντες, καὶ τοὺς Ἰλλυριοὺς προσλαβόντες.
[5] Προσκαθεζόμενοι δὲ τὴν πόλιν προεῖπον Ἐπιδαμνίων τε τὸν βουλόμενον καὶ τοὺς ξένους ἀπαθεῖς ἀπιέναι· εἰ δὲ μή, ὡς πολεμίοις χρήσεσθαι.
Οι Κορίνθιοι στέλνουν αποίκους και φρουρά στην Επίδαμνο πεζή (για να αποφύγουν τον κερκυραϊκό στόλο). Οι Κερκυραίοι οργίζονται, στέλνουν 25 πλοία, απαιτούν αποδοχή των εξόριστων. Οι Επιδάμνιοι αρνούνται. Οι Κερκυραίοι πολιορκούν με 40 πλοία.
Η επιλογή της χερσαίας πορείας μέσω Απολλωνίας δεν ήταν τυχαία: η Κέρκυρα διέθετε ισχυρό στόλο και θα μπορούσε να αναχαιτίσει τα κορινθιακά πλοία στη θάλασσα. Η κίνηση αυτή δείχνει πόσο σοβαρά οι Κορίνθιοι υπολόγιζαν την αντίδραση της Κέρκυρας από την αρχή.