📜 Μεγαλόψυχη στάση 👑
Βασιλεὺς Ἀλέξανδρος Στατείρᾳ καὶ Ῥοδῷ καὶ Ῥωξάνῃ τῇ ἐμῇ γυναικὶ χαίρειν. Ἀντιταξάμενον ἡμῖν Δαρεῖον οὐκ ἠμυνάμεθα, εἰ μὴ τοὐναντίον, ηὐχόμην γὰρ ἐγὼ ζῶντα ὑπὸ τὰ ἐμὰ σκῆπτρα ἔχειν· ἐλαχίστως δὲ ἔχοντος ἐπὶ τῷ πνεύματι αὐτοῦ τοῦτον κατέλαβον ἐν τῇ ἐσχάτῃ ἀναπνοῇ, ὃν ἐλεήσας τῇ ἐμαυτοῦ χλαμύδι περιέστειλα. Ἐπυθόμην δὲ παρ᾽ αὐτοῦ τι ἀκοῦσαι περὶ τῆς ἀπωλείας αὐτοῦ. Ὁ δέ μοι εἶπεν· «παρακαταθήκην ἔχε τὴν ἐμὴν θυγατέρα Ῥωξάνην καὶ συμβιώσει σοι». [...] Τοὺς μὲν αἰτίους τῆς ἀπωλείας αὐτοῦ ἠμυνάμην ἀξιοπρεπῶς [...]. Προσέταξα δὲ ἡρῷον αὐτῷ γενέσθαι παρὰ τοὺς πατρῴους αὐτῷ ἥρωας· καὶ ὑμεῖς δὲ τῆς λύπης αὐτοῦ παύσασθε· ἐγὼ γὰρ ὑμᾶς ἀποκαταστήσω εἰς τὰ ἴδια βασίλεια [...]. Κατὰ γοῦν τὰς διατάξεις Δαρείου Ῥωξάνην τὴν ἐμὴν γυναῖκα σύνθρονόν μου εἶναι βούλομαι, ἐὰν δὲ καὶ ὑμεῖς μοι συμπνεύσητε, προσκυνεῖσθαι αὐτὴν ὡς Ἀλεξάνδρου γυναῖκα βούλομαι καὶ κελεύω. Ἔρρωσθε.
Ψευδο-Καλλισθένης, Μυθιστορία Ἀλεξάνδρου, Παραλλαγή γ, 22