1. Κείμενο
ΔΙΑΒΑΣΕ ΤΟ
Κάτι δεν κατάλαβες; Επίλεξε το κομμάτι και πάτα «Ρώτα τον Σωκράτη». Σου το εξηγεί αμέσως.

Η σωστή στάση στο θέμα της τροφής 🍎

Πολλῶν ἡδονῶν οὐσῶν, αἳ τὸν ἄνθρωπον ἐνδιδόναι αὐταῖς βιάζονται παρὰ τὸ συμφέρον, δυσμαχωτάτη εἶναι δοκεῖ ἡ περὶ τροφὴν ἡδονή. Ταῖς μὲν γὰρ ἄλλαις ἡδοναῖς σπανιώτερον ὁμιλοῦμεν, ταύτης δὲ ἀνὰ πᾶσαν ἡμέραν πάντως πειρᾶσθαι ἀνάγκη, ὥστε πλείους οἱ ἐνταῦθα κίνδυνοι. Καὶ γὰρ ὁ πλέον ἢ δεῖ ἐσθίων ἁμαρτάνει, καὶ ὁ κατασπεύδων ἐν τῷ ἐσθίειν, καὶ ὁ τὰ ἡδίω τῶν ὑγιεινοτέρων βρώματα προτιμῶν. Ἔστι δὲ ἁμαρτία περὶ τροφὴν καὶ ὅταν παρὰ καιρὸν προσφερώμεθα αὐτήν. Ἔτι δὴ καὶ ἄλλων ἁμαρτιῶν οὐσῶν περὶ τροφήν, δεῖ ἁπασῶν καθαρεύειν. Καθαρεύοι δ᾽ ἄν τις ἐθίζων αὑτὸν αἱρεῖσθαι σῖτον οὐχ ἵνα ἥδηται ἀλλ᾽ ἵνα τρέφηται, οὐδ᾽ ἵνα λεαίνηται τὴν κατάποσιν ἀλλ᾽ ἵνα ῥωννύηται τὸ σῶμα. Καὶ γὰρ γέγονεν ἡ μὲν κατάποσις δίοδος εἶναι τροφῆς, οὐχ ἡδονῆς ὄργανον, ἡ δὲ γαστὴρ τοῦ αὐτοῦ χάριν οὗπερ ἕνεκα καὶ φυτῷ ῥίζα γέγονεν. Διὸ καὶ προσήκει ἐσθίειν ἡμῖν ἵνα ζῶμεν, οὐχ ἵνα ἡδώμεθα.

Γάιος Μουσώνιος Ροῦφος (Στοβαῖος, Ἀνθολόγιον 3.18.37), διασκευή