1. Κείμενο
ΔΙΑΒΑΣΕ ΤΟ
Κάτι δεν κατάλαβες; Επίλεξε το κομμάτι και πάτα «Ρώτα τον Σωκράτη». Σου το εξηγεί αμέσως.

📜 Αρχαίο Κείμενο με Επεξηγήσεις

Ἔστωσαν δύο ἁμαρτωλοί, ὁ μὲν κολαζόμενος, ὁ δὲ μὴ κολαζόμενος. Μὴ λέγε, μακάριος οὗτος, ὅτι πλουτεῖ, ὀρφανοὺς ἀποδύει, χήρας βιάζεται. Καίτοι οὐ νοσεῖ, ἀλλ᾽ ἁρπάζων εὐδοκιμεῖ, τιμῆς μεγάλης ἀπολαύει καὶ δυναστείας, οὐδὲν τῶν ἀνθρωπίνων κακῶν ὑπομένει· ἀλλὰ τοῦτον μάλιστα θρήνει, ὅτι καὶ νοσεῖ, καὶ οὐ θεραπεύεται. Ἐὰν ἴδῃς τινὰ ὑδέρῳ κατεχόμενον, καὶ μὴ τρέχοντα πρὸς τὸν ἰατρόν, ἀλλὰ τράπεζαν ἔχοντα Συβαριτικήν, μεθύοντα καὶ ἐπιτείνοντα τὴν νόσον, μακαρίζεις τοῦτον, ἢ ταλανίζεις; Ἐὰν δὲ ἕτερον ἴδῃς ὑδέρῳ κατεχόμενον, ἰατρικῶν ἀπολαύοντα χειρῶν, λιμῷ ἑαυτὸν ἐκδιδόντα, φαρμάκοις προσκαρτεροῦντα πικροῖς, οὐχὶ τοῦτον πολὺ μᾶλλον ἐκείνου μακαρίζεις; Ὡμολόγηται· ὁ μὲν γὰρ νοσεῖ, καὶ οὐ θεραπεύεται· ὁ δὲ νοσεῖ, καὶ ἀπολαύει ἰατρείας. Ἐπίπονος μὲν ἡ ἰατρεία, ἀλλ᾽ ὠφέλιμον αὐτῆς τὸ τέλος. Οὕτως ἐστὶ καὶ ἐν τῷ παρόντι βίῳ.